Η ΑΚΕΡΑΙΟΤΗΣ ΤΗΣ ΠΙΣΤΕΩΣ
Ο ΚΗΡΥΞ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ
ΤΗΣ ΑΠΑΝΤΑΧΟΥ ΓΝΗΣΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
(ΜΗΤΡΟΠΟΛΙΤΙΚΩΝ ΠΕΡΙΦΕΡΕΙΩΝ ΑΘΗΝΩΝ ΚΑΙ ΑΤΤΙΚΟΒΟΙΩΤΙΑΣ)
ΕΝΗΜΕΡΩΤΙΚΟΝ ΣΗΜΕΙΩΜΑ ΔΙΑ ΤΗΝ ΕΚΔΟΣΙΝ
[«Ο ΚΗΡΥΞ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ» ΕΙΝΑΙ Η ΠΡΩΤΗ ΜΕΤΑ ΤΗΝ ΗΜΕΡΟΛΟΓΙΑΚΗΝ ΚΑΙΝΟΤΟΜΙΑΝ (1920 -1924) ΕΦΗΜΕΡΙΣ ΤΟΥ «ΣΥΛΛΟΓΟΥ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ» (1926)… Η ΕΦΗΜΕΡΙΣ ΑΥΤΗ ΕΞΕΔΟΘΗ ΚΑΙ ΩΣ ΠΕΡΙΟΔΙΚΟΝ ΥΠΟ ΤΗΝ ΕΠΩΝΥΜΙΑΝ «ΚΗΡΥΞ ΓΝΗΣΙΩΝ ΟΡΘΟΔΟΞΩΝ», ΚΑΙ «ΚΗΡΥΞ ΕΚΚΛΗΣΙΑΣ ΟΡΘΟΔΟΞΩΝ», ΕΣΧΑΤΩΣ ΔΕ ΚΑΙ ΥΠΟ ΤΗΝ ΕΠΩΝΥΜΙΑΝ «ΟΡΘΟΔΟΞΟΣ ΠΝΟΗ»…. ΝΥΝ ΕΚΔΙΔΕΤΑΙ ΜΕΡΙΜΝΗ ΚΑΙ ΣΥΝΕΡΓΑΣΙΑ: 1) ΤΟΥ «ΕΘΝΙΚΟΥ & ΘΡΗΣΚΕΥΤΙΚΟΥ ΚΕΝΤΡΟΥ ΠΟΝΤΙΑΚΟΥ ΕΛΛΗΝΙΣΜΟΥ ΠΑΝΑΓΙΑ ΣΟΥΜΕΛΑ», 2) ΤΟΥ "ΙΕΡΟΥ ΦΙΛΑΝΘΡΩΠΙΚΟΥ ΣΥΝΔΕΣΜΟΥ ΚΛΗΡΙΚΩΝ & ΕΝΟΡΙΤΩΝ ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΙΚΟΥ Ι. ΝΑΟΥ ΑΓ. ΔΗΜΗΤΡΙΟΥ ΑΧΑΡΝΩΝ» ΚΑΙ 3) ΤΗΣ «ΑΔΕΛΦΟΤΗΤΟΣ ΔΙΑΚΟΝΙΣΣΩΝ ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ» (ΜΗΤΡΟΠ. ΧΡΥΣΑΝΘΟΥ 11 ΑΧΑΡΝΑΙ) ΩΣ ΗΛΕΚΤΡΟΝΙΚΗ ΕΦΗΜΕΡΙΣ – ΕΝΗΜΕΡΩΤΙΚΟΝ ΔΕΛΤΙΟΝ ΤΟΥ ΙΕΡΑΠΟΣΤΟΛΙΚΟΥ ΚΕΝΤΡΟΥ ΤΩΝ ΑΠΑΝΤΑΧΟΥ ΓΝΗΣΙΩΝ ΟΡΘΟΔΟΞΩΝ ΚΡΥΠΤΟΧΡΙΣΤΙΑΝΩΝ Η ΠΑΝΑΓΙΑ ΤΩΝ ΒΛΑΧΕΡΝΩΝ: ΔΙΕΥΘΥΝΣΙΣ : ΑΝΔΡΕΑ ΣΥΓΓΡΟΥ 55-59, ΠΛΑΤΩΝΑΣ ΑΧΑΡΝΩΝ ΑΤΤΙΚΗΣ, ΤΗΛ. 217 7045 045.]
ΤΕΥΧΟΣ 880 ΙΑΝΟΥΑΡΙΟΣ 2018 (Ε.Η.)
Η ΑΚΕΡΑΙΟΤΗΣ ΤΗΣ ΠΙΣΤΕΩΣ
(ΟΙ ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΕΦΥΛΑΣΣΑΝ ΑΚΕΡΑΙΑΝ
ΤΗΝ ΠΙΣΤΙΝ, ΟΙ ΣΗΜΕΡΙΝΟΙ ΤΙ ΚΑΜΝΟΥΝ;)
Τά Πρακτικά τῶν Συνόδων ειναι οἱ ἀψευδεῖς μάρτυρες διά τήν ἀκεραιότητα τῆς Πϊστεως τῶν Ἁγίων Πατέρων, διά τὴν ὑπευθυνότητά τους ἀπέναντι τῶν πιστῶν, διά τὴν εὐθύτητα τοῦ φρόνηματός τους, διά τὸν σεβασμό τους καὶ τὴν πιστότητα στὴν τήρηση τῶν ἀποφάσεων τῶν Συνόδων χωρὶς δολιχοδρομίες, κρατούμενα, ἐπαμφοτερισμοὺς ἢ ἄλλες σκοπιμότητες. Ἰδού ἕνα απόσπασμα ἀπό τά Πρακτικά της Γ΄ Οἰκουμενικῆς Συνόδου:
«Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγνωσθείσης τῆς ἐκτεθείσης ἁγίας πίστεως τῆς ἐν Νικαίᾳ καὶ τῆς ἐπιστολῆς τοῦ …ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, καὶ τὰ παρὰ τῆς ἁγίας συνόδου ἐκτεθέντα σύμφωνα εὕρηνται καὶ τούτοις τοῖς εὐσεβέσι δόγμασι συντίθεμαι καὶ συναινῶ.
»Θεόδοτος ἐπίσκοπος Ἀγκύρας εἶπεν· …ὅθεν τὴν συμφωνίαν ἐπιγνόντες τῆς τε ἐπιστολῆς καὶ τῆς πίστεως τῶν τιη (318) ἁγίων πατέρων, …ταῦτα πιστεύομεν ἅπερ καὶ αὐτοὶ ἐξέθεντο καὶ ἡ ἐπιστολὴ τοῦ μνημονευθέντος ἁγιωτάτου ἐπισκόπου Κυρίλλου σαφῶς διηγήσατο.
»Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἀναγνωσθείσης… Κυρίλλου τῆς γραφείσης, εὕρομεν συνᾴδουσαν αὐτὴν σαφῶς καὶ διαρρήδην τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει…
»Ἑλλάνικος ἐπίσκοπος Ρόδου εἶπεν· Τῇ ἐκθέσει τῆς ὀρθοδόξου πίστεως τῆς ἐν Νικαίᾳ ἀκολουθῶ καὶ τῇ ἐπιστολῇ τοῦ …ἐπισκόπου Κυρίλλου συμφώνῳ οὔσῃ καὶ ταύτην φυλάττω τὴν πίστιν τὴν ἀληθινὴν καὶ ὀρθόδοξον. καὶ τοῖς ἐναντία ταύτῃ φρονοῦσι καὶ ὁ Θεὸς αὐτὸς ἀντιτάσσεται...
»Σεκουνδιανὸς ἐπίσκοπος πόλεως Λαμίας εἶπεν· Καὶ πεπίστευκα καὶ πιστεύω καὶ οὕτως ἐδόξασα καὶ δοξάζω κατὰ τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων τῶν κατὰ Νίκαιαν τιη ἐπισκόπων, ᾗτινι ἀκόλουθος καὶ ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ ἁγιωτάτου…ἐπισκόπου Κυρίλλου.
»Θεοδόσιος ἐπίσκοπος Μασταύρων τῆς Ἀσίας εἶπεν· …τῇ ἐπιστολῇ τῇ γραφείσῃ παρὰ τοῦ ὁσιωτάτου Κυρίλλου…, ἐμμένω καὶ πείθομαι, συμφώνῳ οὔσῃ, ὡς ἔφην, τῇ τῶν πατέρων ψυχωφελεῖ διδασκαλίᾳ.
»Δυνατὸς ἐπίσκοπος Νικοπόλεως Παλαιᾶς Ἠπείρου εἶπεν· Ἐπακούσας τῆς ἐπιστολῆς…, εὑρών τε αὐτὴν σύμφωνον καὶ συνομόλογον τῇ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων καὶ ἐκθεμένων τὴν ὀρθόδοξον πίστιν τυγχάνουσαν καὶ πάσης ἀποδοχῆς ἀξιώσας τό τε ὕφος τῆς ἐπιστολῆς καὶ τὴν ὀρθόδοξον πίστιν τὴν ἐν αὐτῇ γραφεῖσαν, οὕτω κἀγὼ πιστεύω καὶ συγκατατίθεμαι.
»Παῦλος ἐπίσκοπος πόλεως Λάμπης ἐπαρχίας Κρήτης εἶπεν· Τῆς τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῇ Νικαέων ἐκτεθείσης πίστεως ὁμόφωνον καὶ ὁμόδοξον ἐπακούσας τε καὶ εὑρὼν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, ταύτῃ συντίθεμαι καὶ οὕτως πιστεύω καὶ εὔχομαι μέχρι παντὸς ἐν ταύτῃ τῇ πίστει διαμεῖναι.
»Εὐόπτιος ἐπίσκοπος Πτολεμαΐδος Πενταπόλεως εἶπεν· Τεθαύμακα τὴν συμφωνίαν τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου τῆς πρὸς τὸν θεοσεβέστατον Νεστόριον πρὸς διόρθωσιν τῶν οὐκ ὀρθῶς εἰρημένων γραφείσης καὶ τοῦ συμβόλου τοῦ παρὰ τῶν ἁγιωτάτων καὶ θεοσεβεστάτων πατέρων ἡμῶν τῶν ἐν Νικαίᾳ συναχθέντων καὶ κατὰ μηδὲν ἐν αὐτῇ ἐνηλλαγμένον συνιδὼν συντίθεμαι μετὰ πάσης τῆς συνόδου τῷ συμφώνῳ τῆς ὀρθῶς ἐχούσης πίστεως.
»Φοιβάμμων ἐπίσκοπος Κοπτοῦ Θηβαΐδος εἶπεν· Ὁμοδυναμεῖ ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν Κυρίλλου τοῖς ἐκτεθεῖσι δόγμασι παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἐν μηδενὶ ἀπᾴδουσα πρὸς διόρθωσιν μὲν τῶν ὀρθοδόξων, καθαίρεσιν δὲ τῶν αἱρετικῶν δογμάτων, κἀγὼ πιστεύω καὶ συντίθεμαι.
»Ἀμμώνιος ἐπίσκοπος πόλεως Πανεφύσου ἐπαρχίας Αὐγουσταμνικῆς εἶπεν· Ταύτῃ τῇ πίστει καὶ πιστεύω καὶ ἐμμένω …οὔσῃ συμφώνῳ τῶν ἁγίων πατέρων, καὶ οὕτως πιστεύω καὶ ἐν αὐτῇ ἀποθανεῖν εὔχομαι».
(‘Από τά Πρακτικὰ τῆς Γ΄ Οἰκουμενικῆς Συνόδου, Thesaurus Linguae Graecae (TLG) 1,1,2, p. 15, l. 10 ‒ p. 20, l. 5.
19 Οκτωβρίου 2011 4:05 μ.μ.
Διά τον «Αντιαιρετικόν Αγωνα Γνησιων Ορθοδόξων» και την Διαδικτυακήν Εφημερίδα «Ο Κηρυξ των Ορθοδόξων» της Ιεράς Μητροπόλεως ΓΟΧ Μεσογαίας και Λαυρεωτικής. Ελάχιστος προς Κύριον ευχέτης. + Ο Μητροπολίτης ΓΟΧ Μεσογαίας και Λαυρεωτικῆς Κήρυκος και Τοποτηρητης Αθηνων και Αττικοβοιωτιας.
Comments
Post a Comment