ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΕΠΕΛΕΥΣΙΝ ΒΑΡΒΑΡΩΝ ΚΑΙ ΕΠΙΔΡΟΜΑΣ ΕΘΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΕΠΕΛΕΥΣΙΝ ΒΑΡΒΑΡΩΝ ΚΑΙ ΕΠΙΔΡΟΜΑΣ ΕΘΝΩΝ Ὁ Ἀπόστολος. Προκείμενον. Ἦχος δ΄: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ. Στ.: Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσας, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Πρὸς Ἐφεσίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα: Ἀδελφοί, ὁ Θεὸς πλούσιον ὢν ἐν τῷ ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην.... ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ἀλληλούϊα. Στ.: Κύριος συντρίβων πολέμους... Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, παρῆσάν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν... Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Κοινωνικόν: Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Παράκλησις εἰς τὴν Παναγίαν, ἐπὶ προσδοκία πολέμου. Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Τοῖς Σοῖς Ἄχραντε συμμάχησον οἰκέταις. ᾨδὴ Ἰωάννου. ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ. Τὸν κραταιὸν ἐν ἰσχύϊ, καὶ δυνατὸν ἐν πολέμοις Κύριον, ἡ γεννήσασα σεμνή, κραταιᾷ χειρί Σου παναλκεῖ συμπολέμησον ἐχθρού...