Posts

Showing posts with the label ΕΥΧΗ ΕΠΙ ΑΠΕΙΛΗ ΠΟΛΕΜΟΥ

ΕΥΧΗ ΕΠΙ ΑΠΕΙΛΗ ΠΟΛΕΜΟΥ

ΕΥΧΗ ΕΠΙ ΑΠΕΙΛΗ ΠΟΛΕΜΟΥ Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου, ὅπως ἐπιβλέψῃς ἐπὶ τὴν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων οἰκετῶν σου, καὶ ἐλεήσῃς ἡμᾶς, ὅτι Δέσποτα, αἱ ἀνομίαι ἡμῶν καὶ αἱ αμαρτίαι ὑπερῇραν τὰς κεφαλὰς ἡμῶν καὶ ἐγενήθημεν ὄνειδος τοῖς ἔθνεσι, μυκτηρισμός, καὶ χλευασμός, τοῖς περικύκλῳ ἀθέοις Ἀγαρηνοῖς, καὶ ἐταπεινώθημεν ἕως θανάτου διὰ τὰς ἁμαρτίας, τὰς ἀνομίας καὶ βλασφημίας ἡμῶν. Τίς οὐ θρηνήσει τὴν τηλικαύτην αἰχμαλωσίαν ἡμῶν; Ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ’ ἡμᾶς, διὰς τὰς ἁμαρτίας καὶ ἀνομίας καὶ βλασφημίας ἡμῶν, διὰ τοῦτο οι υἱοὶ Σιών, οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα. Διὰ τοῦτο ἠμαυρώθη τὸ χρυσίον, ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν. Διὰ τοῦτο οἱ Ναζηραῖοι Σιών, οἱ ὑπὲρ χιόνα λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες. Οἱ τιθηνούμενοι ἐπὶ πόκον, περιεβαλλόμεθα ἀσχημοσύνην, καὶ ἐμεγαλύνθησαν αἱ ἀνομίαι ἡμῶν υπὲρ ανομίας Σοδόμων. Διὰ τοῦτο οἱ υἱοὶ ἡμέρας καὶ τοῦ φωτός, υἱοὶ γεγόναμεν ἐχθρῶν ἀνόμων καὶ απίστω...