Posts

Showing posts with the label ΟΡΟΣ ΠΙΣΤΕΩΣ ΤΗΣ Δ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΟΡΟΣ ΠΙΣΤΕΩΣ Δ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΟΡΟΣ ΠΙΣΤΕΩΣ τῆς ἐν Χαλκηδόνι τετάρτης οἰκουμενικῆς συνόδου [1] Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντι­νιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων συναχθεῖσα ἐν τῇ Χαλκηδονέων μητρο­πόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας καὶ καλλινίκου μάρ­τυρος Εὐφημίας ὥρισε τὰ ὑποτεταγμένα. [2] Ὁ Κύριος ἡμῶν καὶ σωτὴρ ᾿Ιησοῦς Χριστὸς τῆς Πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· «εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ' ἐπίσης ἅπασι τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς τοῖς τῆς εὐσε­βείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης προνοούμενος τοῦ ἀνθρωπίνου γένους τὸν εὐσεβῆ τοῦτον καὶ πιστότατον πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς ἁπανταχῇ τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγ...