Posts

Showing posts with the label Η ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ ΤΟΥ 1848

Η ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ ΤΟΥ 1848

Η ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΟΥ 1848 ΠΕΡΙ ΤΟΥ ΠΑΠΙΚΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ.''ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΜΙΑΣ ΑΓΙΑΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΕΡΙ ΤΟΥ ΠΑΠΙΣΜΟΥ ΚΑΙ ΚΑΘΕ ΝΕΩΤΕΡΙΣΜΟΥ'' «Πᾶσι τοῖς ἁπανταχοῦ ἐν τῷ ἁγίῳ Πνεύματι ἀγαπητοῖς καὶ περισπουδάστοις ἡμῖν ἀδελφοῖς ἁγίοις ἀρχιερεῦσι, τῷ τε περί αὐτοὺς εὐλαβεστάτῳ Κλήρῳ καὶ πᾶσι τοῖς Ὀρθοδόξοις γνησίοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, τὸν ἐν Πνεύματι ἁγίῳ ἀδελφικὸν ἀσπασμὸν καὶ πᾶν ἀγαθὸν παρὰ Θεοῦ καὶ σωτήριον. 1. Ὤφειλε μὲν τὸ τῆς ἀπολυτρώσεως ἡμῶν εὐαγγελικὸν καὶ θεῖον κήρυγμα τοιοῦτον ἀκίβλδηλον κηρύττεσθαι παρὰ πάντων καὶ τοιοῦτον ἀγνὸν πιστεύεσθαι αἰωνίως, οἷον ὁ Σωτὴρ ἡμῶν ὁ ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων, ἀπεκάλυψεν εἰς τοὺς θείους καὶ ἱεροὺς μαθητὰς αὐτοῦ, καὶ οἷον αὐτοί, μάρτυρες γενόμενοι αὐτήκοοί τε καὶ αὐτόπται, ὡς σάλπιγγες διαπρύσιοι, τορῶς ἤχησαν εἰς πᾶσαν τὴν ὑφήλιον· (ὁ γὰρ φθόγγος αὐτῶν εξῆλθεν εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ ῥήματα αὐτῶν εἰς τὰ πέρατα τῆς οἰκουμέ...