Posts

Showing posts with the label ΤΙ ΔΙΔΑΣΚΟΥΝ ΟΙ ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΙ ΔΙΔΑΣΚΕΙ Ο ΒΑΡΘΟΛΟΜΑΙΟΣ

ΤΙ ΔΙΔΑΣΚΟΥΝ ΟΙ ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΙ ΔΙΔΑΣΚΕΙ Ο ΒΑΡΘΟΛΟΜΑΙΟΣ

ΠΑΡΑΚΛΗΣΙΣ ΥΠΕΡ ΤΗΣ ΕΙΡΗΝΗΣ ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ΔΙΑ ΤΗΝ ΕΙΡΗΝΗ (+Τιμοθέου Παπουτσάκη, Μητροπολίτου Κρήτης, Χανιά, 1948) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Εἰσάκουσόν μου Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου. Συνέτισόν με καὶ δίδαξόν με τὰ δικαιώματά σου· ὅτι ἐγὼ ἐν τῷ πλήθει τοῦ ἐλέους Σου εἰσελευσομαι εἰς τὸν οἴκόν Σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν Σου ἐν φόβῳ Σου. Κύριε ὁ Θεός μου ἐπί Σοι ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μήποτε ὁ ἐχθρὸς ἁρπάση ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου, μηδὲ σῴζοντος. Βοήθησόν μοι καὶ σωθήσομαι. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ ἀπὸ γλώσσης δολίας. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἑξάγαγέ με. Ἴδε τὴν ταπείνωσίνμου καὶ τὸν κόπο μου. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰς ἐντολάς Σου. Ἐκολλήθη ἡ ψυχή μου τῷ ἐδάφει, ζῆσόν με κατὰ τὸν λόγον σΣου. Ἀνάστα Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι Σὺ ἐπάταξας πάντας τοὺς ἐχθ...