ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΑΓΙΟΥ ΑΜΒΡΟΣΙΟΥ ΜΕΔΙΟΛΑΝΩΝ
Τῇ Ζ´ τοῦ αὐτοῦ μηνὸς (Δεκεμβρίου) μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων. Στίχοι. Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον, Θείας μετέσχεν ἀμβροσίας ἀξίως. Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας. Οὗτος γέγονεν ἐκ τῆς μεγαλοδόξου πόλεως Ῥώμης, εἷς ὢν τῆς Συγκλήτου, καὶ ἀεὶ τὴν ἀλήθειαν τηρῶν ἔν τε λόγοις καὶ ἔργοις· προσφυῶς γὰρ ζυγός τις ὤν, καὶ στάθμη περὶ τὸ δίκαιον, οὐχ ἑτεροκλινῆ ἐν τοῖς προσπίπτουσι ποιούμενος τὴν ἀπόφασιν, ἀλλ᾿ ἀπαρέγκλιτον καὶ ὀρθήν· διά τοι τοῦτο καὶ τὴν ἡγεμονίαν ἐπιστεύθη ἁπάσης τῆς Ἰταλίας παρὰ τῶν εὐσεβῶν βασιλέων, Κωνσταντίνου καὶ Κώνσταντος, τῶν υἱῶν τοῦ Μεγάλου Κωνσταντίνου. Οὔπω δὲ καταρτισθεὶς τῷ θείῳ Βαπτίσματι, ἀλλ᾿ ἔτι ὢν ἐν τοῖς Κατηχουμένοις, οὐδέν τι μεῖον εἰς ἀρετὴν καὶ βίου καθαρότητα τῶν μετειληφότων τῶν Μυστηρίων καθίστατο. Ὅθεν καὶ κρίσει τοῦ βασιλέως Οὐαλεντινιανοῦ, Ἀρχιερεὺς τῆς ἐν Μεδιολάνοις Ἐκκλησίας, κατ᾿ ἐκεῖνο καιροῦ τοῦ Προέδρου τὸν βίον ἀπολιπόντος, ὁ ἅγιος...