ΕΥΧΗ ΕΠΙ ΑΠΕΙΛΗ ΠΟΛΕΜΟΥ
ΕΥΧΗ ΕΠΙ ΑΠΕΙΛΗ ΠΟΛΕΜΟΥ
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου, ὅπως ἐπιβλέψῃς ἐπὶ τὴν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων οἰκετῶν σου, καὶ ἐλεήσῃς ἡμᾶς, ὅτι Δέσποτα, αἱ ἀνομίαι ἡμῶν καὶ αἱ αμαρτίαι ὑπερῇραν τὰς κεφαλὰς ἡμῶν καὶ ἐγενήθημεν ὄνειδος τοῖς ἔθνεσι, μυκτηρισμός, καὶ χλευασμός, τοῖς περικύκλῳ ἀθέοις Ἀγαρηνοῖς, καὶ ἐταπεινώθημεν ἕως θανάτου διὰ τὰς ἁμαρτίας, τὰς ἀνομίας καὶ βλασφημίας ἡμῶν. Τίς οὐ θρηνήσει τὴν τηλικαύτην αἰχμαλωσίαν ἡμῶν; Ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ’ ἡμᾶς, διὰς τὰς ἁμαρτίας καὶ ἀνομίας καὶ βλασφημίας ἡμῶν, διὰ τοῦτο οι υἱοὶ Σιών, οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα. Διὰ τοῦτο ἠμαυρώθη τὸ χρυσίον, ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν. Διὰ τοῦτο οἱ Ναζηραῖοι Σιών, οἱ ὑπὲρ χιόνα λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες. Οἱ τιθηνούμενοι ἐπὶ πόκον, περιεβαλλόμεθα ἀσχημοσύνην, καὶ ἐμεγαλύνθησαν αἱ ἀνομίαι ἡμῶν υπὲρ ανομίας Σοδόμων. Διὰ τοῦτο οἱ υἱοὶ ἡμέρας καὶ τοῦ φωτός, υἱοὶ γεγόναμεν ἐχθρῶν ἀνόμων καὶ απίστων ἐθνῶν, ὅτι ημάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, παραβαίνοντες τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀλλὰ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ Ὄνομά Σου Κύριε, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην Σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ’ ἡμῶν διὰ τοὺς οἰκτιρμούς Σου. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ διὰ σπλάγχνα του μονογενοῦς Σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ Ἁγίου Σου Πνεύματος, μηδὲ μνησθῇς τῶν ἀνομιῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί Σου Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἔνεκεν τῆς δόξης τοῦ ὀνόματός Σου. Πρόσδεξαι τὴν ἐξομολόγησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων οἰκετων Σου, διὰ τὸ τίμιον καὶ ἅγιον αἷμα τοῦ Υἱοῦ Σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεε. Διὰ τοὺς Ἁγίους Αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, οἳτινες ἠγωνίσαντο ὑπὲρ τοῦ ὀνόματος Αὐτου, τὸ ἴδιον αἷμα ἐκχέαι. Διὰ τοὺς Ἁγίους Προφήτας καὶ Πατέρας καὶ Πατριάρχας, οἳτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ Ἁγίῳ Σου ὀνόματι. Μὴ παρίδῃς τὴν δέησιν ημῶν Κύριε, μηδὲ ἐγκαταλίπῃς ἡμας εἰς τέλος. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ’ ἐπὶ τὰ ἐλεη Σου, δι’ ὧν τὸ γένος ἡμῶν περιποιῇ, ἱκετεύομεν οὖν καὶ παρακαλοῦμεν τὴν Σὴν ἀγαθότητα, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου Σου, μηδὲ βδελύξῃ τὴν ἡμῶν ἀναξιότητα, ἀλλ’ ελέησον ἡμᾶς κατὰ τὸ μέγα Σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν Σου, πάριδε τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματα ἡμῶν. Ναὶ Δέσποτα παντοδύναμε, εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ βοήθησον τῷ λαῷ Σου, καὶ ἐνίσχυσον τὸ στρατόπεδον ἐν ὥρᾳ πολέμου, καὶ δυνάμωσον καὶ ὀχύρωσον αὐτό, ὡς ἔδωκας ἰσχὺν Ἰησοῦ τοῦ Ναυῆ, καὶ Δαβὶδ τῷ Προφήτῃ Σου κατὰ τῶν ὑπεναντίων. Οὕτω Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐνίσχυσον καὶ βοήθησον τῷ λαῷ Σου, τοὺς κεκλημένους τὸ Σὸν ἅγιον ὄνομα, ὅτι ἐκτός Σου Θεὸν ἄλλον οὐκ οἴδαμεν, το ὄνομά Σου ὀνομάζομεν. Σὺ γαρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι καὶ τὴν παρὰ Σοῦ ἐπιζητοῦμεν βοήθειαν, ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ Κύριε καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου τῆς δόξης Σου. Ποῦ ἔστιν ὁ ζῆλός Σου, καὶ ἡ ἰσχύς Σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν Σου; Σὺ γὰρ ἡμῶν εἶ Θεός, καὶ το ὄνομά Σου ἐφ’ ἡμᾶς ἐστιν, ἐπίστρεψον Κυριε διὰ τοὺς δούλους Σου, διὰ την ἁγίαν Σου ἐκκλησίαν, διὰ πάντας τους ἀπ’ αἰῶνος Ἁγίους Σου. Οἱ γὰρ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά Σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτι οὐκ ἦρξας ἡμῶν, ὡς ἀκάθαρτοι πάντες ἡμεῖς εγεννήθημεν, ὡς ῥάκκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, και ἐῤῥύημεν ὡς φύλα διὰ τὰς ἀνομίας ἡμῶν καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ Ὄνομά Σου, καὶ μνησθεὶς ἀντιλαβέσθαί Σου. Καὶ ἀπέστρεψας τὸ πρόσωπόν Σου ἀφ’ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας και ἀνομίας καὶ βλασφημίας ἡμῶν ἐχθροῖς ἀλαζόσιν, ὑπερηφάνοις καὶ ἀπίστοις ἔθνεσι. Καὶ νῦν Κύριε ὁ Θεὸς ἡμῶν, μὴ ὀργισθῇς ἕως σφόδρα, ὅτι ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ Σου ὄρη καὶ τακήσεται καὶ κατακαύσει πῦρ τοὺς υπεναντίους και ἀθέους ἐχθρούς ἡμῶν, καὶ φοβερὸν ἔσται τὸ ὄνομά Σου τοῖς ὑπεναντίοις Σου, ἀπὸ τοῦ αἰῶνος οὐκ εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Θεὸν ἀλλότριον. Και νῦν Δέσποτα ἐπίβλεψον ἐξ ουρανοῦ καὶ ἴδε καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ ῥῦσαι ἡμᾶς εκ τῶν ἀθέων ἐχθρῶν ἡμῶν καὶ ἐκ τῶν μεθοδειῶν καὶ μηχανημάτων καὶ παγίδων αὐτῶν ἐλευθέρωσον. Καὶ μὴ ἀποστήσῃς ἀφ’ ἡμῶν τὴν Σὴν κραταιὰν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοὶ ἐσμὲν πρὸς τὸ νικᾷν τὰ ἀντιπίπτοντα. Σὺ δὲ δυνατὸς εἶ πρὸς τὸ σώζειν ἡμᾶς ἐκ τῶν ἐναντίων καὶ ἀπίστων ἀχθρῶν ἡμῶν καὶ ἐνίσχυσον τὸν λαόν Σου καὶ τὸ στρατόπεδον ἡμῶν καὶ ὀχύρωσον καὶ ἐνδυνάμωσον καὶ κραταίωσον αὐτὸ εν ὥρᾳ πολέμου καὶ κατάβαλε καὶ σύντριψον καὶ ἀφάνισον τοὺς ἀθέους καὶ ἀπίστους βαρβάρους καὶ ἀγαρηνοὺς ἐχθρους ἡμῶν καὶ δὸς δόξαν τῷ ὀνόματί Σου τῷ ἁγίῳ, μη ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Πρεσβείαις καὶ ἱκεσίαις της πανυπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων Σου τῶν Ἁγίων. Ὅτι Σὺ εἶ ἡ βοήθεια καὶ ἡ ἰσχὺς ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ ἀναρχῳ Σου Πατρί, συν τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νυν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
Comments
Post a Comment