ΠΕΡΙ ΑΠΟΤΕΙΧΙΣΕΩΣ
Ρήσεις Αγίων Πατέρων περί αποτείχισης από την αίρεση
«Οἷς τὸ μνημόσυνον καὶ ἡ κοινωνία ἀπωλείας πρόξενα, τούτοις ἡ παῦσις καὶ ἡ διάστασις γίνεται σωτηρίας ὑπόθεσις»
Ἰωσὴφ Βρυέννιος
"Πέπεισμαι γάρ ἀκριβῶς, ὅτι ὅσον ἀποδιίσταμαι τούτου (σ.σ. του Πατριάρχου) και τῶν τοιούτων (σ.σ. των ενωτικών), ἐγγίζω τῶ Θεῶ και πᾶσι τοῖς πιστοῖς και ἁγίοις Πατράσι. Και ὥσπερ τούτων χωρίζομαι, οὕτως ἑνοῦμαι τῆ ἀληθεία και τοῖς ἁγίοις Πατράσι τοῖς θεολόγοις τῆς Ἐκκλησίας.
(P.G. 160, 536 C-D)
Άγιος Μάρκος ο Ευγενικός
« Ἡ ἐξωτερικὴ ἀκοινωνισία προστατεύει ἀπὸ τὴν ἐσωτερικὴ ἀλλοτριότητα»
Ἁγίου Νεκτάριου Αἰγίνης, Περὶ σχέσεως μὲ αἱρετικοὺς
«Ἐχθρούς γάρ τοῦ Θεοῦ, ὁ Χρυσόστομος, οὐ μόνον τούς αἱρετικούς, ἀλλά καί τούς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλῃ καί πολλῆ τῆ φωνῆ ἀπεφήνατο». (P.G. 99. 1049 Α). Καί ἀλλοῦ λέγει: «Οἱ μέν τέλεον περί τήν πίστιν ἐναυάγησαν΄ οἱ δέ, εἰ καί τοῖς λογισμοῖς ού κατεποντίσθησαν, ὅμως τῆ κοινωνία τῆς αἱρέσεως συνόλλυνται» (P.G. 99, 1164 Α). Δηλαδή: «Ἄλλοι μέν ἐναυάγησαν περί τήν πίστιν τελείως, ἄλλοι δέ, καίτοι ἐσωτερικῶς δέν ἀσπάσθηκαν τήν κηρυττομένην κακοδοξίαν, συναπωλέσθησαν ὅμως μέ τούς λοιπούς λόγω τῆς ἐκκλησιαστικῆς κοινωνίας μετ' αὐτῶν» (P.G. 99, 1164A).
Ο άγιος Θεόδωρος Στουδίτης
«...εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τήν αἵρεσιν, ἤγουν τούς αἱρετικούς, τοῦ μήτε κοινωνεῖν αὐτοῖς μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπί τῆς θείας Λειτουργίας˙ ὅτι μέγισται ἀπειλαί κεῖνται παρά τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτοῖς μέχρι καί ἑστιάσεως. εἰ δέ λέγοι ἡ ὁσιότης σου, πῶς αὐτῇ πρό τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ' ὅτι καί ἡμεῖς ἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι, ἐκεῖνο γινωσκέτω, ὅτι οὕπω σύνοδος ἦν οὐδέ ἐκφωνηθέν ὑπῆρχε τό πονηρόν δόγμα καί ἀνάθεμα˙ καί πρό τούτων οὐκἦν ἀσφαλές ἀποστῆναι τῶν παρανομούντων τελείως ἤ τό φεύγειν μόνον τήν προφανῆ κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δέ πρεπούσῃ, ἀναφέρειν ἕως καιροῦ.ἐπεί δέ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετική ἀσέβεια διά συνόδου εἰς τοὐμφανές, δεῖ ἄρτι καί τήν σήν εὐλάβειαν σύν πᾶσιν ὀρθοδόξοις παρρησιάζεσθαι διά τοῦμή κοινωνεῖν τοῖς κακοδόξοις μηδέ ἀναφέρειν τινά τῶν ἐν τῇ μοιχοσυνόδῳ εὑρεθέντων ἤ ὁμοφρονούντων αὐτῇ. καί γέ δίκαιον, ὅσιε πάτερ, κατά πάντα σε ὄντα φερωνύμως θεόφιλον, φιλεῖν καί ἐν τούτῳ τόν θεόν˙ ἐχθρούς γάρ θεοῦ ὁ Χρυσόστομος οὐ μόνον τούς αἱρετικούς, ἀλλά καί τούς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλῃ καί πολλῇ τῇ φωνῇ ἀπεφήνατο»
Ὁ ἅγ. Θεόδωρος ὁ Στουδίτης
Ἐπιστολή 39, Θεοφίλῳ ἡγουμένῳ, Φατοῦρος σελ. 113, στιχ. 51· Ρ.G. 99, 1045D
Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν, ὁ Κύριός φησι, μηδὲ ρίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» (Ματθ. 7, 6), ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα. Ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὐτὴ γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης. Πάντες γὰρ ἓν σῶμα ἐσμεν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν, καθώς φησιν ὁ θεῖος Ἀπόστολος»
Ἁγ. Ἰω. Δαμασκηνοῦ
«Κοινωνοῦμεν οὕς μνημονεύομεν καὶ μνημονεύομεν οἷς κοινωνοῦμεν»
Δοσίθεος Ἱεροσολύμων
«Τό, Μή κρίνετε ἵνα μή κριθῆτε, περί βίου ἐστίν, οὐ περί πίστεως.»
Άγιος ιωάννης Χρυσόστομος
« Ὧν τὸ φρόνημα ἀποστρεφόμεθα τούτων τὴν κοινωνίαν πρoσήκει φεύγειν»
Μ. Ἀθανασίου
P.G., 26. 1188BC
«πρὸ πάντων ἀναγκαιότερον φυλάσσειν αὐτοῦ καθαρὰν καὶ ἀκλινῆ τὴν ὁμολογίαν. Χωρὶς γὰρ τούτου τὰ πάντα εἰσὶ νεκρά... Οὕτω χωρὶς τῆς ὁμολογίας τῆς πίστεως οὐδὲν ὄφελος ἔσται...»
Ἁγ. Συμεών, ἀρχιεπισκόπου Θεσσαλονίκης,
Ἔργα Θεολογικά, Ἀνάλεκτα Βλατάδων, 1981, σελ. 113
«Διό ὑπομιμνήσκω, ὡς ἐλάχιστος ἀδελφός καί τέκνον, μή σιγήσωμεν ἵνα μή κραυγή Σοδόμων γενώμεθα. μή φεισώμεθα τῶν κάτω, ἵνα μή ἀπολέσωμεν τά ἄνω. μή θῶμεν σκάνδαλον τῆ Ἐκκλησία τοῦ Θεοῦ, ἥτις ἐστί καί ἐν τρισίν ὀρθοδόξοις ὁριζομένη κατά τούς ἁγίους. ἵνα μή τῆ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν»
Ἅγιος Θεόδωρος ὁ Στουδίτης ΠΓ, 1049 Β
Ἀνατέτραπται μὲν τὰ τῆς εὐσεβείας δόγματα͵ συγκέχυνται δὲ Ἐκκλησίας θεσμοί. Φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπη δῶσι καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται͵ ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος.
Ἐπιστολὴ 92, Μ. Βασιλείου, πρὸς Ἰταλοὺς καὶ Γάλλους
«Τό γάρ μή ἔχειν σπῖλον ἤ ρυτίδα (ἡ Ἐκκλησία) ἵνα καί πάλιν εἴπωμεν οὔτω νοείτω. τό μή προσιεμένην τά τε ἀσεβῆ δόγματα καί τά ἀκανόνιστα ἐγχειρήματα. Οὐ μήν ἀλλά καί τά ἐν τοῦ αὐτουργοῦσι τά ἀπηγορευμένα συμφρονήματα, ὡς που φησίν ὁ θεῖος Βασίλειος. πρός ἅ ὁ Παῦλος ὁ μέγας, οὐδέ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ. Ἐπεί ἀπό τῶν Ἀποστόλων καί κατόπιν, πολλαχῶς πολλαί αἱρέσεις προσερράγησαν αὐτῆ. καί ρυπάσματα ἄθεσμα καί ἀκανόνιστα ἐπεπόλεσαν ὥσπερ καί τό νῦν. ἀλλά μήν αὐτῆ τῶ προειρημμένω τρόπω ἄσχιστος καί ἀμώμητος διαμεμένηκε, καί διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρουμένων καί ἀποπεμπομένων ἀπ' αὐτῆς τῶν κακῶς φρονησάντων ἤ πραξάντων. ὥσπερ ἐξ ἀσείστου καί παραλίου πέτρας τά προσρήσσοντα κύματα»
Ἁγ. Θεοδώρου, PG 99, 1001
Comments
Post a Comment