ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΑΡΕΟΠΑΓΙΤΗΣ
ΥΜΝΟΛΟΓΙΑ
Ἀπολυτίκιον
Ἦχος δ’.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸ συνάναρχον Λόγον.
Ἀγρευβεῖς τῷ τοῦ Παύλου Πάτερ κηρύγματι, ὑφηγητὴς ἀνεδείχθης τῶν ὑπὲρ νοῦν δωρεῶν, διαvoiα ὑψηλὴ καλλωπιζόμενος, τῶν γὰρ ἀΰλων οὐσιῶν, τᾶς ἀρχὰς μυαταγωγεῖς, ὡς μύστης τῶν ἀπορρήτων, καὶ τῆς σοφίας ἐκφάντωρ, Ἱερομάρτυς Διονύσιε.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ἀρρήτων μυητὴν καὶ ὑφηγήτορα Καὶ τῶν ἀΰλων οὐσιῶν ἱεροφάντορα Ἀνυμνοῦμέν σε ἀξίως Ἱερομάρτυς. Ἀλλ’ ὡς πλήρης τῆς τοῦ Πνεύματος ἐλλάμψεως Τῆς σῆς χάριτος μετάδος ταῖς ψυχαῖς ἡμῶν Τῶν βοώντων σοι, χαίροις Πάτερ Διονύσιε.
Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὰς οὐρανίους διαβὰς πύλας ἐv πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλου Διονύσιε τῶν ἀῤῥήτωv, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας, διὸ κράζομεν, Χαίροις Πάτερ παγκόσμιε.
Comments
Post a Comment