ΟΤΙ ΟΥ ΔΕΙ ΚΟΙΝΩΝΕΙΝ ΤΟΙΣ ΑΙΡΕΤΙΚΟΙΣ
«Οἱ μὲν τέλειον περὶ τὴν πίστιν ἐναυάγησαν· οἱ δέ, εἰ καὶ τοῖς λογισμοῖς οὐ κατεποντίσθησαν, ὅμως τῇ κοινωνίᾳ τῆς αἱρέσεως συνόλλυνται» (Ὅσιος Θεόδωρος Στουδίτης, PG 99, στλ. 1164ΑΒ).
«Ἐχθροὺς γὰρ Θεοῦ ὁ Χρυσόστομος, οὐ μόνον τοὺς αἱρετικούς, ἀλλὰ καὶ τοὺς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλῃ τῇ φωνῇ ἀπεφήνατο» (Ὅσιος Θεόδωρος Στουδίτης, PG 99, στλ. 1049ΑΒ).
«Oἵτινες τὴν ὑγιῆ πίστιν προσποιοῦνται ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσι, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν»... «Ἅπαντες οἱ τῆς Ἐκκλησίας Διδάσκαλοι, πᾶσαι αἱ Σύνοδοι καὶ πᾶσαι αἱ θεῖαι Γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι» (Ἅγιος Μᾶρκος Εὐγενικός, PG τ. 160, 101CD).
Comments
Post a Comment