Πρακτικά Ζ Οικουμενικής Συνόδου
Μία πληροφορία ἀπὸ τὴν Ζ΄ Οἰκουμενική, στὴν ὁποία φαίνεται ὅτι σὲ καιρὸ αἱρέσεως τὰ πράγματα κρίνονται διαφορετικά. Σὲ κάποιο σημεῖο τῆς α΄ πράξεως τῆς Συνόδου, ἀναφέρεται ὅτι ὁ ἅγιος Ἀνατόλιος χειροτονήθηκε ἀπὸ μὴ καταδικασμένο αἱρετικό. Ἀλλὰ ἔγινε δεκτός. Τοῦτο ὅμως, λέγει ὁ πατριάρχης Ταράσιος δικαιολογεῖται ὡς μιὰ οἰκονομία, σὲ καιρὸ συγχύσεως καὶ δὲν μπορεῖ νὰ συμβεῖ σὲ καιρὸ εἰρήνης τῆς Ἐκκλησίας:
«Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἀναγνωσθήτω.
Κωνσταντῖνος διάκονος καὶ νοτάριος ἀνέγνω.
Ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγίου Βασιλείου τῆς πρὸς Νικοπολίτας.
Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίανπροβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ’ ἡμῶν μερίδα, ταυτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ’ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστός ἐστι κύριος. ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι.
Οἱ εὐλαβέστατοι μοναχοὶ εἶπον· ἰδοὺ ὁ πατὴρ ἀποτρέπεται τὴν τῶν αἱρετικῶν χειροτονίαν, ἐν τῷ λέγειν· μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον.
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· κἀγὼ ἀποτρέπομαι τοὺς διὰ τοιαύτην αἰτίαν, ἤτοι τῆς πίστεως κατάλυσιν, κεχειροτονημένους· καὶμάλιστα ὀρθοδόξων ἐπισκόπων παρόντων, ὑφ’ ὧν ἠδύναντο χειροτονεῖσθαι. οὕτω γάρ ἐστιν ἡ πατρικὴ ἔννοια. ἐὰν δὲ συνοδικὴ ἐκφώνησις γένηται, καὶ ὁμόνοια τῶν ἐκκλησιῶν ἐπὶ ὀρθοδοξίᾳ, ὁ τολμῶν ἀπὸ τῶν βεβήλων αἱρετικῶν χειροτονεῖσθαι, τῇ καθαιρέσει ὑποπεσεῖται» (Μansi 12, 1050-1951). Καί· «Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· οὐκ ἔφησεν ὁ πατὴρ ἀδέκτους εἶναι. ἀλλὰ μήπως βίαν ὑπομένειν τοὺς βουλομένους ἑνοῦσθαι τῷ κλήρῳ τῶν ὀρθοδόξων. καὶ γὰρ ὡς ἀληθῶς οὐκ ἔξω ἀνάγκης καὶ δυσχερείας τοῦτο γενήσεται. ὅμως οὖν ὁ θεσπέσιος πατὴρ κατὰ τὸν καιρὸν ἐκεῖνον, πλείστων ὄντων ἐπισκόπων ὀρθοδόξων, ἀπηγόρευε τοῖς τροφίμοις τῆς ἐκκλησίας τῇ τῶν Ἀρειανῶν χειροτονίᾳ κεχρῆσθαι. οὐδεμία γὰρ προσῆν ἀπολογία. ὅτι δὲ τοῦτο ἀληθές [καὶ οὐκ ἠγνόουν] οὐκ ἀγνοοῦντες τὴν γνώμην τοῦ πατρός, οἱ μετ' ἐκεῖνον τῆς ἐκκλησίας διάδοχοι, τοὺς ὑπὸ αἱρετικῶν χειροτονηθέντας, εἶτα βελτιωθέντας ἐδέξαντο, ὡς μεμαθήκαμεν διὰ τῶν προαναγνωσθέντων· πανταχοῦ γὰρ οἱ πατέρες ἀλλήλοις σύμφωνοί εἰσιν, ἐναντίωσις δὲ οὐδεμία ἔνεστιν αὐτοῖς· ἀλλ’ ἐναντιοῦνται αὐτοῖς οἱ τὰςοἰκονομίας καὶ τοὺς σκοποὺς αὐτῶν μὴ ἐπιστάμενοι» (Μansi 12, 1951).
Comments
Post a Comment