Η ΠΑΝΑΓΙΑ Η ΠΑΡΑΜΥΘΙΑ ΚΑΙ ΟΙ ΑΓΙΟΙ ΠΑΝΤΕΣ ΤΩΝ ΑΧΑΡΝΩΝ
<<ΛΑΜΠΡΟΣ Ο ΒΙΟΣ ΤΩΝ ΔΙΚΑΙΩΝ...>>
ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
Ἄκουσον τοῦ Παύλου λέγοντος·
Ὃ δ' ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον·
Ὁ γὰρ σπείρων εἰς τὸ σῶμα, φησὶν, ἐκ τοῦ σώματος θερίσει φθοράν.
Ἄκουε τοῦ καλοῦ παραινέτου λέγοντος·
Σπείρατε ἑαυτοῖς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·
μὴ ὀλιγώρει ἐν τῷ κάμνειν, ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα.
Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα·
ὅπου πόλεμοι, ἐκεῖ καὶ τιμαί·
ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέφανος.
Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι' ὑπομονῆς·
ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν ἁγίων βοῶν·
Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου,
καὶ ὑπόμεινον τὸν Κύριον·
Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
καὶ παρασκευάζου εἰς τὸν ἀγρόν·
ἀγρὸς γάρ ἐστιν οὗτος ὁ βίος.
Λάβε τὴν Παλαιὰν ∆ιαθήκην.
Περίσφιγξον τὸ κτῆμά σου ἀκάνθαις.
Ποίαις;
Τῇ νηστείᾳ, τῇ προσευχῇ, τῇ διδασκαλίᾳ.
Ἐὰν ἔχῃς τὸν φραγμὸν, οὐκ ἐμβήσεται τὸ θηρίον, τὸν διάβολον λέγω.
Ὡς ἄμπελον καλὴν γεώργει σου τὴν ψυχήν.
∆ιὸ, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ καταλαμβάνειν τὴν αἰώνιον ζωήν.
Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν·
γέγραπται γάρ·
Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός·
ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ.
∆ιὸ, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου,
ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς προσευχαῖς·
ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος.
Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων·
σὺ δὲ καύχησαι ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ, συνομιλῶν τῷ ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν·
τὸ γὰρ ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι' αὐτῶν.
Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς.
Ὁσάκις γὰρ ἂν ἐντυγχάνῃς τῷ Θεῷ δι' αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα, καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα.
Κἂν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου τῇ διανοίᾳ.
Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν·
ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου σαββαὼθ εἰσεληλύθει.
Καὶ γὰρ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς.
∆ιὸ, ἀδελφέ μου, εἰ καὶ σχολάζουσιν αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου·
καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει.
Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ·
ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ·
γέγραπται γάρ·
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν.
Αὐτὸς γὰρ εἶπεν, ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε.
Κρύψον τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς·
τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃ τῷ Κυρίῳ ἐν φόβῳ.
Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ καὶ πάλιν ἄλλου ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων·
Κύριε Ἰησοῦ Χριστὲ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὸν λόγον σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ.
Μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ' Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου·
ἐπὶ σοὶ γὰρ ἤλπισα, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν.
Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ.
Πολλοὶ γὰρ ἐπλανήθησαν θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο.
Ἐγὼ γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ἀργύριον πεπυρωμένον ἑπταπλασίως·
καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν·
ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω·
οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί·
λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν.
Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ·
ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστι.
Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης ἀγαπήσας τὴν ἡσυχίαν, καὶ τὸν φόβον τοῦ Θεοῦ, ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν.
Ὦ ἡσυχία, προκοπὴ μοναζόντων·
ὦ ἡσυχία, κλῖμαξ οὐράνιος·
ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν·
ὦ ἡσυχία, κατανύξεως μήτηρ·
ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ·
ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα·
ὦ ἡσυχία, πραότητος γεννήτρια·
ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε·
ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ·
ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε·
ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον·
ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως·
ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος·
ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς·
ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε·
ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας·
ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός·
ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά·
ὦ ἡσυχία, δεσμωτήριον παθῶν·
ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς·
ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.
Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο.
Αὕτη γὰρ ἡ Μαρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα.
∆ιὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος λέγων·
Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.

Comments
Post a Comment