ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΨΑΛΛΟΜΕΝΟΣ ΤΗΝ ΜΕΓΑΛΗΝ ΤΡΙΤΗΝ ΕΙΣ ΤΑ ΠΛΑΙΣΙΑ ΤΗΣ ΠΡΟΕΤΟΙΜΑΣΙΑΣ ΤΗΣ ΤΕΛΕΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΥΡΟΥ


ΜΙΚΡΟΣ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Ὁ Ἀρχιερεύς ἀναγινώσκει τόν ψαλμόν.
ΨΑΛΜΟΣ ΡΜΒ΄ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπεί­νω­σεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶ­νος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσο­μαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύ­σεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καί εὐθύς ὁ χορός τῶν ψαλτῶν ψάλλει εἰς
Ἦχον πλ. δ΄.
Τό Ἀλληλούϊα, ἐκ τρίτου, προτάσσων κα­τά σειράν ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων.
Στίχ. α΄. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Στίχ. β΄. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Στίχ. γ΄. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται,
Στίχ. δ΄. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.
Εἶτα τό τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτω­λοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κρά­ζοντες ἐκ βάθους ψυχῆς, Δέσποι­να, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦ­σον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα...
Τό Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Τοῦ Τιμίου Προδρόμου. Ἦχος β΄.
Μνήμη δικαίου μετ’ ἐγκωμίων· σοί δέ ἀρκέσει ἡ μαρ­τυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γάρ ὄντως καί προ­φητῶν σεβασμιώτερος· ὅτι καί ἐν ρείθροις βα­πτίσαι κατη­ξιώθης τόν κηρυττόμενον. Ὅθεν τῆς ἀλη­θείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω, καί τοῖς ἐν Ἅδη, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁ­μαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυνα­στείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐ­στασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ το­σούτων κινδύνων; Τὶς δὲ διε­φύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποι­να, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ ἀναγνώστης τόν Ν΄ Ψαλμόν.
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνό­μημά μου.
Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώ­πιόν σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι· πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην· ἀγαλ­λιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξά­λειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦ­μα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσε­βεῖς ἐπί σέ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο­καυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξου­δενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀνα­φοράν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Εἶτα οἱ χοροί ψάλλουν ἐναλλάξ τά τροπάρια τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος, ποίημα τοῦ Θεοστηρίκτου μοναχοῦ, μετά τῶν Εἱρμῶν, εἰς ἦχον πλ. δ΄ ἐκ τοῦ Γα, μετά τοῦ θεομητορικοῦ στίχου.
Ὠδὴ α΄. Ὑγράν διοδεύσας.
γρὰν διοδεύσας ὡσεὶ ξηράν,καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ κατα­φεύγω, σωτηρίαν ἐπιζητῶν, Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευ­σον, Κόρη, τῇ γα­λή­νῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκο­πῆς θεί­ας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίω­σον, μόνη Θεομῆ­τορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λο­χεύτρια.
Ὠδὴ γ΄. Οὐρανίας ἁψίδος.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεο­γεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτι­ον, τῆς εὐ­εργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυ­σον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθε­σιν, ἐξε­ταζομένω, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θη­σαυρόν, Πανάμωμε, τὸν ἀδα­πάνητον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεο­τόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ κα­ταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστα­σίαν.
πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεο­τόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκω­σιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. (Κατά­ληξις πρός παῦσιν).
Ὁ Ἱερεύς τήν μικράν δέησιν.
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου ἐπάκουσον καί ἐλέησον.
Ὁ χορός γοργῶς καί πραείᾳ τῇ φωνῇ ψάλλει τό Κύριε ἐλέησον τρίς (3). Τό αὐτό ἐπαναλαμβάνει καί εἰς τάς ἑπομένας δεήσεις.
Ὁ Ἱερεύς.
τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου καί πατρός ἡμῶν (δεῖνος) καὶ τῶν ἀδελφῶν ἡμῶν τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων, Μοναχῶν, Μοναζουσῶν καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα ὑπέρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης Θεοκτίστης Μοναχῆς καί τῆς συνοδείας αὐτῆς, τῶν διακονούντων, βοηθούντων καί ἐργαζομένων διά τήν παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, ἐνισχύσεως καὶ κατευοδώσεως τῶν ἔργων τῶν δούλων τοῦ Θεοῦ, πάν­των τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χρι­στιανῶν, τῶν δω­ρητῶν, ἀφιερωτῶν καί προμηθευτῶν τῶν εἰδῶν καί ὑλι­κῶν, ὡς καί τῶν κοπιώντων, διακονούντων καί ἐργα­ζο­μένων διά τήν προετοιμασίαν καί παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου (καί ὁ Ἱερεύς μνημονεύει ἐκφώνως τά ὀνόματα πάντων τῶν δωρητῶν καί ἐργαζομένων) καί ὧν τά ὀνόματα οὐκ οἴδαμεν, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
Ὁ χορός καθ’ ὅν χρόνον ὁ Ἱερεύς μνημονεύει τά ὀνόματα τῶν δωρητῶν, ψάλλει χαμηλοφώνως τό Κύριε ἐλέησον.
τι δεόμεθα ὑπέρ πάσης ψυχῆς χριστια­νῶν ὀρθο­δόξων, θλιβομένης τε καί καταπονου­μένης, ἐλέους Θεοῦ καί βοηθείας ἐπιδεομένης, σωτηρίας καί βοηθείας τῶν μετά σπουδῆς καί φόβου Θεοῦ κοπιώντων καί διακο­νούντων ἀ­δελφῶν ἡμῶν, διαφυλάξεως καί ἐνισχύσεως τῶν ἐν ἀποδημίαις ὄντων, ἰάσεως τῶν ἐν ἀσθενείαις κα­τακειμένων, λυτρώσεως τῶν ἐν κινδύνοις καί περιστά­σεσιν ὄντων καί πάντων τῶν ἀπεκδεχο­μένων τά ἐλέη τοῦ Θεοῦ εἴπωμεν.
Ὁ Ἀρχιερεύς.
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ χορός. Ἀμήν. Καί εὐθύς.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχη­τον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐ­κτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρό­φθασον, καὶ ἐκ κινδύνων λύτρω­σαι ἡμᾶς, ἡ μό­νη ταχέως προστατεύουσα.
Καί οἱ χοροί συνεχίζουν ψάλλοντες τόν Κανόνα.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερ­νήτην τε­κοῦσα Κύριον, καὶ τὸν κλύδωνα κα­τεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμέ­νῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆ­ρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημά­των εὐχα­ριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πά­σης, ἐκλυτρούμεθα.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρ­δίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννή­σασα τὸν αἴτιον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰω­νίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθέ­νειαν, ἐπι­σκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγεί­αν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Ὠδὴ ς΄.Τήν δέησιν ἐκχεῶ πρός Κύριον.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυ­τὸν ἐκδε­δωκώς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀ­σφαλεστάτην, Παρθένε, τῶν πειρα­σμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμό­νων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυ­χῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλ­λόμεθα. Ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κό­σμου, καὶ τὸν λυτῆρα τῶν νό­σων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθο­ρᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεο­τόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ κα­ταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστα­σίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη­νεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυ­σώπησον, ὡς ἔχου­σα μητρικὴν παρρησίαν. (Κα­τάληξις πρός παῦσιν).
Ὁ Ἱερεύς τήν μικράν δέησιν.
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου ἐπάκουσον καί ἐλέησον.
Ὁ χορός γοργῶς καί πραείᾳ τῇ φωνῇ ψάλλει τό Κύριε ἐλέησον τρίς (3). Τό αὐτό ἐπαναλαμβάνει καί εἰς τάς ἑπομένας δεήσεις.
Ὁ Ἱερεύς.
τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου καί πατρός ἡμῶν (δεῖνος) καὶ τῶν ἀδελφῶν ἡμῶν τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων, Μοναχῶν, Μοναζουσῶν καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα ὑπέρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης Θεοκτίστης Μοναχῆς καί τῆς συνοδείας αὐτῆς, τῶν διακονούντων, βοηθούντων καί ἐργαζομένων διά τήν παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, ἐνισχύσεως καὶ κατευοδώσεως τῶν ἔργων τῶν δούλων τοῦ Θεοῦ, πάν­των τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χρι­στιανῶν, τῶν δω­ρητῶν, ἀφιερωτῶν καί προμηθευτῶν τῶν εἰδῶν καί ὑλι­κῶν, ὡς καί τῶν κοπιώντων, διακονούντων καί ἐργα­ζο­μένων διά τήν προετοιμασίαν καί παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου (καί ὁ Ἱερεύς μνημονεύει ἐκφώνως τά ὀνόματα πάντων τῶν δωρητῶν καί ἐργαζομένων) καί ὧν τά ὀνόματα οὐκ οἴδαμεν, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
Ὁ χορός καθ’ ὅν χρόνον ὁ Ἱερεύς μνημονεύει τά ὀνόματα τῶν δωρητῶν, ψάλλει χαμηλοφώνως τό Κύριε ἐλέησον.
τι δεόμεθα ὑπέρ πάσης ψυχῆς χριστια­νῶν ὀρθο­δόξων, θλιβομένης τε καί καταπονου­μένης, ἐλέους Θεοῦ καί βοηθείας ἐπιδεομένης, σωτηρίας καί βοηθείας τῶν μετά σπουδῆς καί φόβου Θεοῦ κοπιώντων καί διακο­νούντων ἀ­δελφῶν ἡμῶν, διαφυλάξεως καί ἐνισχύσεως τῶν ἐν ἀποδημίαις ὄντων, ἰάσεως τῶν ἐν ἀσθενείαις κα­τακειμένων, λυτρώσεως τῶν ἐν κινδύνοις καί περιστά­σεσιν ὄντων καί πάντων τῶν ἀπεκδεχο­μένων τά ἐλέη τοῦ Θεοῦ εἴπωμεν.
Ὁ Ἀρχιερεύς.
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ χορός. Ἀμήν. Καί εὐθύς.
Κοντάκιον Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυν­τε, μεσι­τεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδης ἁμαρτω­λῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τά­χυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστα­τεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Καί εὐθύς ὁ χορός τό Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (Δίς).
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλί­νον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πα­τρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γε­νεᾷ μνη­σθήσομαι. (Κατάληξις πρός παῦσιν).
Καί εὐθύς ὁ Ἱερεὺς.
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκε­τεύσωμεν.
Ὁ χορὸς Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεὺς Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἀρχιερεὺς Εἰρήνη πᾶσι.
Ὁ χορὸς Καὶ τῶ Πνεύματί σου.
Ὁ Ἱερεὺς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐ­αγγελίου τό ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορὸς Δόξα σοι, Κύριε, δόξα σοι.
[Κεφ. Α΄ 39–49, 56]
ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαρι­ὰμ ἐπο­ρεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχα­ρίου καὶ ἠσπάσατο τὴν Ἐ­λισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπα­σμὸν τῆς Μα­ρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελεί­ωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλ­λίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ χορός. Δόξα σοι Κύριε, δόξα σοι.
Ὁ Ἀρχιερεύς Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ
Καί στραφείς εὐλογεῖ τόν λαόν, τοῦ χοροῦ ψάλλοντος
Εἰς πολλά ἔτη Δέσποτα.
Καί εὐθύς Δόξα... Ἦχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλει­ψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλει­ψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...
Μὴ καταπιστεύσης με, ἀνθρωπίνη προ­στασία, Πα­ναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου, θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστα­σία τῶν πιστῶν, μή μου παρίδης τὴν δέησιν, τὸ συμ­φέρον ποίησον.
Ἕτερα Θεοτοκία.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρη­μα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθε­νούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰ­ρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προ­στασία τῶν πιστῶν. (Κατάληξις πρός παῦσιν).
Καί εὐθύς ὁ Ἱερεὺς.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγη­σον τὴν κληρονομίαν σου,
Ἐνταῦθα ὁ Ἀρχιερεύς διά τοῦ τιμίου Σταυροῦ εὐλογεῖ τόν λαόν, ἐνῶ ὁ χορός ψάλλει·
Εἰς πολλά ἔτη Δέσποτα.
Εἶτα ὁ Ἱερεύς·
Ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμ­ψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια. Πρε­σβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρ­θένου Μαρίας, δυνάμει του τιμίου καὶ ζωο­ποιοῦ Σταυ­ροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προ­δρόμου καὶ βα­πτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ παν­ευφήμων Ἀποστόλων, τῶν Ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καί θεοφόρων Πα­τέρων ἡμῶν, τῶν ἁγίων καὶ δι­καίων θεοπατόρων Ἰωα­κεὶμ καὶ Ἄννης, καί τοῦ Ἁγίου (τῆς ἡμέρας), καὶ πάντων σου τῶν Ἁγί­ων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπά­κουσον ἡμῶν τῶν ἁμαρ­τωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς.
Κύριε, ἐλέησον ιβ΄ (τετράκις ἀνά τρεῖς)
Ὁ Ἱερεὺς.
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονο­γενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς Ἀμήν.
Καί εὐθύς συνεχίζει τόν θεομητορικόν Κανόνα.
Ὠδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομή­σασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κα­τώκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυ­σώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυ­σμάτων, τοὺς ἐν πίστει κραυγά­ζοντας. Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσί­ας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδει­ξας. Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστί­ας, Θεο­γεννήτρια, τῶν πόθω προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀπο­τεκοῦσα.
Ὠδὴ η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδης Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦν­τάς σε, Κόρη, εἰς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πι­στῶς ὑ­μνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξά­ζω τὴν Κεχαρι­τω­μένην.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώ­κεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
οήν μου τῶν δακρύων, μὴ ἀποποιήσης, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφηρη­κότα Παρ­θένε, Χριστὸν κυήσασα.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρ­θένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁ­μαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευ­γόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαν­τον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρ­θένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, τα­πεινω­θέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρω­στίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Καί εὐθύς τά Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεο­τό­κον, τὴν ἀειμακάριστον καὶ παναμώμη­τον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέ­ραν τῶν Χερουβείμ, καὶ ἐν­δοξοτέραν ἀσυγκρί­τως τῶν Σεραφείμ, τὴν ἀδιαφθό­ρως Θεὸν Λό­γον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύ­νομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθα­ρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσα­μένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
πὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ κα­ταφεύγω τὴν Κε­χαριτωμένην, ἐλπὶς ἀπηλπισμέ­νων, σὺ μοὶ βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρα­κλή­σεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύ­σης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοὶ τὴν ὠδήν, νῦν τῇ πανυ­μνή­τῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάν­των τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
λαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προ­σκυ­νούν­των, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱ­στορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερω­τάτου, τὴν Ὁδη­γή­τριαν.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας καί τοῦ Ναοῦ.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρο­με Κυρί­ου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτό­κου, ποιήσατε πρεσβεί­αν, εἰς τὸ σωθῆναι ἡμᾶς. (Κατά­ληξις πρός παῦσιν).
Καί εὐθύς ὁ ἀναγνώστης τό Τρισάγιον.
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθά­νατος, ἐλέησον ἡμᾶς (γ΄).
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώ­νων. 'Αμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά­σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρη­σον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴα­σαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώ­νων. 'Αμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθή­τω τό ὄνο­μά σου· ἐλθέτω ἡ βασιλεία σου· γενη­θήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς· τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σή­μερον· καί ἄφες ἡμῖν τά ὀφειλή­ματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ρῦσαι ἡ­μᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς. τι σοῦ ἐστιν.
Ὁ χορός. Ἀμήν.
Καί εὐθύς τά ἀκόλουθα Ἀπολυτίκια καί τροπάρια.
Ἀπολυτίκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ.δ΄.
Εὐλογητός εἶ, Χριστέ ὁ Θεός ἡμῶν, ὁ πανσό­φους τούς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τό Πνεῦμα τό ἅγιον, καί δι’ αὐτῶν τήν οἰκουμέ­νην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Δόξα. Ἀπολυτίκιον τοῦ Ἱεροῦ Ναοῦ.
Τοῦ Τιμίου Προδρόμου. Ἦχος β΄.
Μνήμη δικαίου μετ’ ἐγκωμίων· σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γάρ ὄντως καί προφητῶν σεβασμιώτερος· ὅτι καί ἐν ρείθροις βα­πτίσαι κατηξιώθης τόν κηρυττόμενον. Ὅθεν τῆς ἀλη­θείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω, καί τοῖς ἐν Ἅδη, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁ­μαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.
Καί νῦν.
Κοντάκιον τῆς Κοιμήσεως τῆς Θεοτόκου. Ἦχος β΄.
Τήν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προ­στασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέ­στησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ὁ Ἱερεύς τήν μικράν δέησιν.
λέησον ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου ἐπάκουσον καί ἐλέησον.
Ὁ χορός γοργῶς καί πραείᾳ τῇ φωνῇ ψάλλει τό Κύριε ἐλέησον τρίς (3). Τό αὐτό ἐπαναλαμβάνει καί εἰς τάς ἑπομένας δεήσεις.
Ὁ Ἱερεύς.
τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου καί πατρός ἡμῶν (δεῖνος) καὶ τῶν ἀδελφῶν ἡμῶν τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων, Μοναχῶν, Μοναζουσῶν καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
τι δεόμεθα ὑπέρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης Θεοκτίστης Μοναχῆς καί τῆς συνοδείας αὐτῆς, τῶν διακονούντων, βοηθούντων καί ἐργαζομένων διά τήν παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, ἐνισχύσεως καὶ κατευοδώσεως τῶν ἔργων τῶν δούλων τοῦ Θεοῦ, πάν­των τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χρι­στιανῶν, τῶν δω­ρητῶν, ἀφιερωτῶν καί προμηθευτῶν τῶν εἰδῶν καί ὑλι­κῶν, ὡς καί τῶν κοπιώντων, διακονούντων καί ἐργα­ζο­μένων διά τήν προετοιμασίαν καί παρασκευήν τοῦ Ἁγίου Μύρου τούτου (καί ὁ Ἱερεύς μνημονεύει ἐκφώνως τά ὀνόματα πάντων τῶν δωρητῶν καί ἐργαζομένων) καί ὧν τά ὀνόματα οὐκ οἴδαμεν, ὑπέρ ὑγείας καί σωτηρίας αὐτῶν εἴπωμεν.
Ὁ χορός, καθ’ ὅν χρόνον ὁ Ἱερεύς μνημονεύει τά ὀνόμα­τα τῶν δωρητῶν, ψάλλει χαμηλοφώνως τό Κύριε ἐλέησον.
τι δεόμεθα ὑπέρ πάσης ψυχῆς χριστια­νῶν ὀρθο­δόξων, θλιβομένης τε καί καταπονου­μένης, ἐλέους Θεοῦ καί βοηθείας ἐπιδεομένης, σωτηρίας καί βοηθείας τῶν μετά σπουδῆς καί φόβου Θεοῦ κοπιώντων καί διακο­νούντων ἀ­δελφῶν ἡμῶν, διαφυλάξεως καί ἐνισχύσεως τῶν ἐν ἀποδημίαις ὄντων, ἰάσεως τῶν ἐν ἀσθενείαις κα­τακειμένων, λυτρώσεως τῶν ἐν κινδύνοις καί περιστά­σεσιν ὄντων καί πάντων τῶν ἀπεκδεχο­μένων τά ἐλέη τοῦ Θεοῦ εἴπωμεν.
τι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν καί ἱεράν Μονήν ταύτην καὶ πᾶσαν Μονήν, πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λι­μοῦ, σεισμοῦ, καταποντι­σμοῦ, πυ­ρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέ­μου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τοῦ ἵλεων, εὐμε­νῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάν­θρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί δια­σκεδάσαι πᾶσαν ὀρ­γὴν καὶ νόσον, τὴν καθ' ἡ­μῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπι­κειμένης δικαίας αὐτοῦ ἀπει­λῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός διαρκούσης τῆς παρούσης δεήσεως ἀπαγγέλει, πραείᾳ τῇ φωνῇ, τό Κύριε, ἐλέησον 40 (τετράκις ἀνά δέκα).
τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός. Ἀμήν.
Καί εὐθύς ὁ Ἀρχιερεύς.
πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μα­κράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
λεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑ­πάρχεις, καὶ σοὶ τὴν δόξαν ἀνα­πέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ χορός. Ἀμήν.
Καί εὐθύς ὁ ἀναγνώστης.
Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώ­νων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέη­σον.
Ἐν ὀνόματι Κυρίου Δέσποτα Ἅγιε,εὐλόγησον.
Καί ὁ Ἀρχιερεύς ποιεῖ ἀπόλυσιν ὡς ἀκολούθως.
Δόξα σοι, Χριστέ ὁ Θεός ἡμῶν, ἡ ἐλπίς ἡμῶν δόξα σοι.
ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν κατα­πέμ­ψας τό Πανάγιον Πνεῦμα, ἐπί τούς Ἁγίους Αὐτοῦ Μαθη­τάς καί Ἀποστόλους, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρε­σβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεο­τόκου καί ἀειπαρ­θέ­νου Μαρίας, δυνάμει τοῦ Τιμίου καί Ζωο­ποιοῦ Σταυ­ροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυ­νάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφή­του προ­δρό­μου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδό­ξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδό­ξων καί καλλινίκων μαρτύρων, τῶν ὁσίων καί θεοφόρων Πατέ­ρων ἡμῶν, τῶν ἁγίων καί Δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καί τήν μνήμην ἐπιτε­λοῦμεν καί πάντων τῶν ἁγίων, ἐλεήσαι καί σώ­σαι ἡμᾶς, ὡς ἀγαθός φιλάνθρωπος καί ἐλεήμων Θεός.

Comments

Popular posts from this blog

Η ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΟΝΟΥΦΡΙΟΥ ΓΙΑ ΟΣΟΥΣ ΕΠΙΚΑΛΟΥΝΤΑΙ ΤΟ ΟΝΟΜΑ ΤΟΥ

ΕΚΑΤΟ ΧΡΟΝΙΑ ΑΠΟ ΤΗΝ ΓΕΝΟΚΤΟΝΙΑ ΤΟΥ ΠΟΝΤΟΥ ΣΥΝΟΔΙΚΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ,

ΠΕΡΙ ΙΣΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΠΑΥΣΕΩΣ ΕΠΙΣΚΟΠΩΝ (Α. ΒΑΒΟΥΣΚΟΥ)