ΕΥΧΗ ΚΑΤΑ ΤΗΣ ΒΑΣΚΑΝΙΑΣ
ΓΝΗΣΙΑ ΟΡΘΟΔΟΞΟΣ ΕΚΚΛΗΣΙΑ ΕΛΛΑΔΟΣ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΕΣΟΓΑΙΑΣ, ΛΑΥΡΕΩΤΙΚΗΣ ΚΑΙ ΑΧΑΡΝΩΝ
ΜΗΤΡΟΠΟΛΙΤΙΚΟΣ
ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ
ΕΝ ΚΩΝ/ΛΕΙ,
ΠΟΝΤΩ ΚΑΙ ΜΙΚΡΑ ΑΣΙΑ ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ.
ΜΗΤΡΟΠ.
ΧΡΥΣΑΝΘΟΥ 10, ΑΧΑΡΝΕΣ. ΤΗΛ. 210.2466057
ΑΡΙΘΜ. ΠΡΩΤ. 69 ΕΝ ΑΧΑΡΝΑΙΣ ΑΠΡΙΛΙΟΣ 2019
ΕΥΧΗ
ΚΑΤΑ ΤΗΣ ΒΑΣΚΑΝΙΑΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ
Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Η ΕΥΧΗ ΚΑΤΑ ΤΗΣ ΒΑΣΚΑΝΙΑΣ
Κύριε ο Θεός ημών, ο Βασιλεύς των αιώνων, ο Παντοκράτωρ και
Παντοδύναμος, ο ποιών πάντα και μετασκευάζων μόνω τω βούλεσθαι, ο την
επταπλάσιον κάμινον και την φλόγα την εν Βαβυλώνι εις δρόσον μετάβαλων και τους
αγίους σου τρείς παίδας σώους διαφυλάξας, ο Ιατρός και Θεραπευτής των ψυχών
ημών, η ασφάλεια των εις σε ελπιζόντων, σου δεόμεθα και σε παρακαλούμεν,
απόστησον, φυγάδευσον και απέλασον πάσαν διαβολικήν ενέργειαν, πάσαν σατανικήν
έφοδον και πάσαν επιβουλήν, περιέργειαν τε πονηράν και βλάβην και οφθαλμών
βασκανίαν των κακοποιών και πονηρών ανθρώπων απο του δούλου σου ( τούδε) και ή
υπο ωραιότητος ή ανδρείας ή ευτυχίας ή ζήλου και φθόνου ή βασκανίας συνέβη,
αυτός, φιλάνθρωπε Δέσποτα, έκτεινον την κραταιάν σου χείρα και τον βραχίονα σου
τον ισχυρόν και ύψιστον και επισκοπών επισκόπησον το πλάσμα σου τούτο και
κατάπεμψον αυτώ Άγγελον ειρηνικόν, κραταιόν, ψυχής και σώματος φύλακα, ός επιτιμήσει
και απελάσει απ΄αυτού πάσαν βλάβην, πάσαν πονηράν βούλην, πάσαν φαρμακείαν και
βασκανίαν των φθοροποιών και φθονερών ανθρώπων’ ίνα ύπο σου ο σός ικέτης
φρουρούμενος μετ΄ ευχαριστίας ψάλη σοί’ Κύριος εμοί βοηθός και ου φοβηθήσομαι
τί ποιήσει μοι άνθρωπος’ και πάλιν’ Ου φοβηθήσομαι κακά, ότι συ μετ΄εμού ει’
ότι συ εί ο Θεός, κραταίωμα μου, ισχυρός εξουσιαστής, άρχων ειρήνης, πατήρ του
μέλλοντος αιώνος. Ναί Κύριε ο Θεός ημών, φείσαι του πλάσματός σου και σώσον τον
δούλον σου από πάσης βλάβης και επηρείας της εκ βασκανίας γινομένης και
ανώτερον αυτόν παντός κακού διαφύλαξον’ πρεσβείαις
της υπερευλογημένης ενδόξου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, των
φωτοειδών Αρχαγγέλων και παντών σου των αγίων. Αμήν.
Από την διαδικτυακήν Εφημερίδα «Ο ΚΗΡΥΞ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ». Ὁ ἐλάχιστος ἐν Ἐπισκόποις
+ ‘Επίσκοπος Κήρυκος Κοντογιάννης Μητροπολίτης Μεσογαίας, Λαυρεωτικῆς και Ἀχαρνῶν
και Τοποτηρητής Κρητης.
Comments
Post a Comment