ΟΡΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΕΝ ΝΙΚΑΙΑ ΣΥΝΟΔΟΥ ΤΟ ΔΕΥΤΕΡΟΝ ΣΥΝΕΛΘΟΥΣΗΣ (Ζ´ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ)
Sann Paolo
Ανερχόμενος συντελεστής
ΤΗΝ ΑΣΕΒΕΙΑΝ ΑΥΤΩΝ ΣΤΕΝΑΞΩ, Η ΤΗΝ ΑΜΑΘΕΙΑΝ ΒΔΕΛΥΞΟΜΑΙ ;
ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ
Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, MPG 31, 476BC, Εἰς τό ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Αἱ προφητικαί ὁράσεις, σαφέστατα ἀναφέρονται εἰς τόν Υἱὸν καί Λόγον, ὡς τοῦτο λέγει καί ἡ ἑβδόμη οἰκουμενική σύνοδος, ἀκολουθοῦσα τήν ἀποστολικήν καί πατερικήν παράδοσιν. Ἐάν κάποιος φαντάζεται ὅτι ὄχι ὁ Λόγος «καί πρό σαρκώσεως» ἐνεμφανίζετο εἰς τούς προφήτας ἔχει
τό ἀνάθεμα τῆς Ἁγίας καὶ μεγάλης Ἑβδόμης Οἰκουμενικῆς Συνόδου :
Ἐπιστολὴ τῆς ἁγίας καὶ μεγάλης οἰκουμενικῆς ἐν Νικαίᾳ συνόδου πρὸς τὴν Ἀλεξανδρέων ἁγιωτάτην ἐκκλησία, Mansi 13, 817CD, ΜΗΛ σ.907 (407),
«Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ λόγου δεχομένοις, ὁρᾷν δὲ ταύτην
διʼ εἰκόνων οὐκ ἀνεχομένοις· καὶ διὰ τοῦτο ρήματι μὲν δέχεσθαι κατασχηματιζομένοις,
πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνουμένοις, ἀνάθεμα. Τοῖς τῷ ρήματι τοῦ ἀπεριγράπτου
κακῶς προσφυομένοις, καὶ διὰ τοῦτο μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως
ὑμῖν σαρκὸς καὶ αἵματος κεκοινονηκότα, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα. Τοὺς τὰς μὲν προφητικὰς ὁράσεις, κᾄν μὴ βούλοιντο, παραδεχομένοις· τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας (ὤ θαῦμα) καὶ πρὸ σαρκώσεως
τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἤ αὐτὴν τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι
τοῖς τεθεαμένοις κενολογοῦσιν· ἤ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δέ ἐνανθρωπήσαντα τὸν Λόγον
καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα.» Ἡ εἰκών τῆς ἁγίας Τριάδος μέ τόν Πατέρα ὡς Παλαιόν Ἡμερῶν εἶναι ἀντίθετη
1. στάς διδαχάς τῶν ἁγίων καί θεοφόρων Πατέρων καί
2. στόν ὅρον (ἀπόφασιν) τῆς Ἁγίας Ἑβδόμης Οἰκουμενικῆς συνόδου, ὁ ὁποῖος ῥητῶς καὶ
συγκεκριμένως περιγράφει τάς εἰκόνας, τάς ὁποίας ἀποδέχεται ἡ Ὀρθόδοξος τοῦ Χριστοῦ
Ἐκκλησία :
ΟΡΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΕΝ ΝΙΚΑΙΑ ΣΥΝΟΔΟΥ ΤΟ ΔΕΥΤΕΡΟΝ (Ζ´ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ)
Mansi, 13, 377CE, Μήλια, Τὰ Πρακτικὰ τῶν Συνόδων, Παρίσιοι 1761, ἐπανέκδοσις ὑπὸ τῆς Ιερᾶς Καλύβης Τιμίου Προδρόμου, Ιερά Σκήτη Αγίας Άννης 2008, σ.874 (374), Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. Α´, Ἀθῆναι 1960, σ. 240.
Ἡ ἐν Νικαίᾳ τῷ δεύτερον ἀγία καὶ οἰκουμενικὴ ἑβδόμη σύνοδος, Πρᾶξις Ζ´, Ὅρος τῆς Ἁγίας μεγάλης καὶ οἰκουμενικῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον.
« ὁρίζομεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας, τὰς ἐκ χρωμάτων καὶ ψηφῖδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις, ἐν ἱερεῖς σκεύεσι καὶ ἐσθῆσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς· ΤΗΣ ΤΕ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΕΙΚΟΝΟΣ, ΚΑΙ ΤΗΣ ΑΧΡΑΝΤΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΤΗΣ ΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ, ΤΙΜΙΩΝ ΤΕ ΑΓΓΕΛΩΝ, ΚΑΙ ΠΑΝΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΟΣΙΩΝ ΑΝΔΡΩΝ.»
3. στήν ὁμολογίαν Πίστεως τῆς Ἁγίας Ἐννάτης Οἰκουμενικῆς συνόδου, συνταχθεῖσαν ὑπό τοῦ
ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, ἡ ὁποία ῥητῶς καὶ συγκεκριμένως περιγράφει τάς εἰκόνας, τάς
ὁποίας ἀποδέχεται ἡ Ὀρθόδοξος τοῦ Χριστοῦ Ἐκκλησία :
ΟΜΟΛΟΓΙΑ τῆς Ὀρθοδόξου Πίστεως ἐκτεθεῖσα παρὰ τοῦ ἱερωτάτου Μητροπολίτου Θεσσαλονίκης κυρίου Γρηγορίου Παλαμᾶ, MPG 151, 766CD, Mansi 26, 201E-203B, Καρμίορη ΔΣΜ σ.409,
«Πρὸς τούτοις προσκυνοῦμεν σχετικῶς τὴν ἁγίαν εἰκόνα τοῦ περιγραφέντος, ὡς δι᾿ ἡμᾶς
ἐνανθρωπήσαντος, υἱοῦ τοῦ Θεοῦ, πρὸς τὸ πρωτότυπον ἀναφέροντες εὐσεβῶς τὴν προσκύνησιν·
καὶ τὸ τίμιον τοῦ σταυροῦ ξύλον, καὶ τὰ σύμβολα πάντα τῶν αὐτοῦ παθημάτων, ὡς ὄντα τρόπαια
θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου τοῦ γένους ἡμῶν· πρὸς δὲ καὶ τὸν τύπον τοῦ τιμίου σταυροῦ ὡς
ὅπλον σωτήριον, καὶ τοὺς θείους ναοὺς καὶ τόπους, καὶ τὰ ἱερὰ σκεύη καὶ θεοπαράδοτὰ λόγια διὰ
τὸν ἐν αὐτοῖς ἐνοικοῦντα Θεόν. Ὡσαύτως προσκυνοῦμεν καὶ τὰς τῶν ἁγίων πάντων εἰκόνας, διὰ
τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸν Θεὸν, ὃν οὗτοι ἀληθῶς ἠγάπησάν τε καὶ ἐθεράπευσαν· ἐν τῇ
προσκυνήσει πρὸς τὰς ἐκείνων μορφὰς ἀναφέροντες τὴν διάνοιαν. Προσκυνοῦμεν καὶ αὐτὰς τὰς
τῶν ἁγίων σορούς, ὡς τῆς ἁγιαστικῆς χάριτος τῶν αὐτῶν οὐκ ἀποπτάσης ἱερωτάτων ὀστῶν· ὥσπερ
οὐδὲ τοῦ δεσποτικοῦ σώματος ἐν τῷ τριημέρω ἡ θεότης διῃρέθη θανάτῳ.»
Comments
Post a Comment